Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.139 Joseph. AJ 4.143 (English) >>Joseph. AJ 4.148

4.141

καὶ Ζαμβρίας τῆς Σεμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιανίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρὸς κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωυσεῖ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευεν. 4.142ἐν τούτοις δʼ ὄντων τῶν πραγμάτων δείσας Μωυσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους, 4.143ἔλεγε δʼ ὡς οὐκ ἄξια δρῷεν οὔτʼ αὐτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βίου. προσήκειν δʼ ἕως ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχοι μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλʼ ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι. 4.144πρὸς τούτοις δʼ οὐδʼ εὔλογον ἔφασκε σωφρονήσαντας αὐτοὺς ἐπὶ τῆς ἐρήμου νῦν ἐν τοῖς ἀγαθοῖς ὄντας παροινεῖν, μηδὲ τὰ κτηθέντα ὑπὸ τῆς ἐνδείας διʼ εὐπορίαν αὐτῶν ἀπολέσθαι. καὶ μὲν ταῦτα λέγων ἐπειρᾶτο τοὺς νέους ἐπανορθοῦν καὶ εἰς μετάνοιαν ἄγειν ὧν ἔπραττον. 4.145

Ἀναστὰς δὲ μετʼ αὐτὸν Ζαμβρίαςἀλλὰ σὺ μέν, εἶπεν, Μωυσῆ, χρῶ νόμοις οἷς αὐτὸς ἐσπούδακας ἐκ τῆς τούτων εὐηθείας τὸ βέβαιον αὐτοῖς παρεσχημένος· ἐπεὶ μὴ τοῦτον αὐτῶν ἐχόντων τὸν τρόπον πολλάκις ἂν ἤδη κεκολασμένος ἔγνως ἂν οὐκ εὐπαραλογίστους Ἑβραίους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.139 Joseph. AJ 4.143 (English) >>Joseph. AJ 4.148

Powered by PhiloLogic